* * * | |
πολιοὶ μὲν ἡμὶν ἤδη | |
κρόταφοι κάρη τε λευκόν, | |
χαρίεσσα δ' οὐκέτ' ἥβη | |
πάρα, γηραλέοι δ' ὀδόντες, | |
γλυκεροῦ δ' οὐκέτι πολλὸς | |
βιότου χρόνος λέλειπται· | |
διὰ ταῦτ' ἀνασταλύζω | |
θαμὰ Τάρταρον δεδοικώς· | |
Ἀίδεω γάρ ἐστι δεινὸς | |
μυχός, ἀργαλῆ δ' ἐς αὐτὸν | |
κάτοδος· καὶ γὰρ ἑτοῖμον | |
καταβάντι μὴ ἀναβῆναι. | |
Эллин ногӧн гижис
Ἀνακρέων
Ἀνακρέων